Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.
- ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
- πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.
- σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
- ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.
- πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
- ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
- αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
- κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
- φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
- οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
- ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,
- πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον
- ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
- γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα
- ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα
- ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων
- πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
- ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
- οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,