Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·
- ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
- καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.
- ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·
- εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
- καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
- οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
- οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
- ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
- χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
- ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
- μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.
- μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
- καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
- πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
- μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
- αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
- ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.
- μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
- φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.