Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι,
- ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ,
- ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
- ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
- τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι·
- τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει·
- εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται,
- γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
- πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ.
- ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ.
- οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη.
- εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι,
- αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,
- ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
- μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν.
- τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
- καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
- δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν.
- δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
- ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,