Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.
- αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
- χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.
- εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
- ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ
- γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
- ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·
- ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
- ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
- ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,
- ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
- κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,
- ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,
- ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
- νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν·
- τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
- ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
- ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν.
- κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν
- ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν·