Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
- ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
- ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς
- ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ
- αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
- λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
- τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
- ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
- οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
- ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,
- ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
- ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·
- καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
- ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.
- εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
- πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
- δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
- εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
- εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
- αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,