Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
- ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·
- ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
- γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι
- γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
- ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
- ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
- τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
- ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
- σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
- τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
- ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
- τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
- ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
- καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,
- ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
- οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ
- φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·
- ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·
- ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων