Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
  2. γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
  3. ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
  4. εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
  5. πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
  6. οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
  7. εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
  8. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
  9. καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
  10. ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
  11. μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι