Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
- καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
- αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
- γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ
- δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες
- ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
- ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας
- δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
- οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
- ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
- πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
- καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,
- οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
- νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
- εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον
- ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·
- ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
- ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
- καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.
- τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων