Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
- οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
- τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
- πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
- ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
- τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων
- λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.
- οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
- Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε
- ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος
- ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
- ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
- τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
- ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν
- ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
- τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
- ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·
- οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
- ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.
- ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,