Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει
- ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.
- αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
- τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι
- δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
- ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
- ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
- οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
- Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
- ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
- τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·
- εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς
- ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
- οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ
- οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
- τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
- ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·
- εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·
- τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·
- θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν