Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
  2. πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
  3. οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
  4. εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
  5. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
  6. καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
  7. ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
  8. μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι
  9. νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.
  10. ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,
  11. ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
  12. ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
  13. τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
  14. κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται
  15. ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος
  16. ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
  17. ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ
  18. ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
  19. δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
  20. νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς