Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
- δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·
- ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
- ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
- ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
- ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
- ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
- Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
- κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας
- τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.
- οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν
- εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
- ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.
- ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
- σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης
- ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
- τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
- θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
- γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
- ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.