Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
  2. κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
  3. ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,
  4. ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
  5. αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
  6. ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
  7. ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
  8. ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
  9. τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
  10. κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
  11. ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
  12. ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
  13. τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·
  14. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  15. χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
  16. σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
  17. τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
  18. τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
  19. ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  20. Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα