Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου
- οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
- ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς
- οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα
- μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.
- ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
- δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
- καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
- λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν
- ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους
- Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ