Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
- Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
- εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
- οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
- οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
- οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
- αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·
- μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
- σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
- γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
- χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.