Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.
  2. νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·
  3. ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
  4. ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·
  5. ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,
  6. μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·
  7. δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·
  8. τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·
  9. δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
  10. ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·
  11. νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.