Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
- τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.
- τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
- τοῖσι δʼ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
- Πέμπτον δʼ αὖτις ἔτʼ ἄλλο γένος θῆκʼ εὐρύοπα Ζεὺς
- ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
- μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
- ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
- νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ
- παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
- φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·