Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
- αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ
- ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
- ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
- αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—
- τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται
- ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
- οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα
- ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,
- πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,
- δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν