Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
  2. εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
  3. ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
  4. χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
  5. ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
  6. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
  7. ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
  8. νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
  9. γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
  10. τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·
  11. θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα