Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,
- χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
- ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ
- ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.
- ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,
- παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες
- ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
- ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν
- ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
- ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
- Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς