Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά.
  2. μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
  3. ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
  4. ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
  5. αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
  6. ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται·
  7. πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
  8. νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ
  9. αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
  10. σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
  11. οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.