Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
  2. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
  3. ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
  4. μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
  5. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
  6. δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
  7. πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
  8. Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
  9. γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
  10. ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
  11. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
  12. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  13. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,