Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
  2. Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
  3. Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·
  4. τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
  5. λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
  6. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
  7. ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
  8. ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
  9. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
  10. ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
  11. ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
  12. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
  13. ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,