Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  2. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  3. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  4. ---
  5. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  6. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  7. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
  8. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  9. κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
  10. κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  11. πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
  12. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  13. ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
  14. πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,