Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
- ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
- ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
- ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
- Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
- κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
- Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν