Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
  2. καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
  3. Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
  4. Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
  5. Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  6. Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
  7. ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.