Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
- αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
- καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν
- ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
- καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
- ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
- ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο