Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
  2. αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  3. ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
  4. οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
  5. ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
  6. ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
  7. Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
  8. ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
  9. ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν