Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
  2. χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
  3. ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
  4. χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
  5. κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
  6. τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
  7. ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
  8. ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
  9. θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.