Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  2. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  3. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  4. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  5. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  6. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  7. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  8. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  9. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι