Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  2. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  3. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  4. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  5. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  6. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  7. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  8. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  9. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.