Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
- Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
- Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
- οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
- ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
- πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
- ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
- καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
- οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
- καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
- Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
- δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
- τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
- ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
- τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
- εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
- δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
- ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
- ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
- τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
- ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
- ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
- τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
- Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
- γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
- θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
- χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
- χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
- ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
- ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
- καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
- τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
- ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.