Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  2. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  3. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  4. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  5. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  6. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  7. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  8. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  9. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  10. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  11. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  12. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  13. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  14. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  15. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  16. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  17. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  18. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  19. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  20. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  21. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  22. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  23. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  24. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  25. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  26. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  27. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  28. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  29. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  30. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  31. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  32. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  33. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  34. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
  35. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—