Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  2. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  3. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  4. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  5. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  6. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  7. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  8. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  9. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  10. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  11. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  12. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  13. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  14. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  15. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  16. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  17. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  18. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  19. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  20. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  21. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  22. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  23. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  24. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  25. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  26. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  27. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  28. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  29. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  30. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  31. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  32. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  33. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  34. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  35. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.