Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  2. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  3. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
  4. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  5. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  6. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  7. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  8. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  9. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  10. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  11. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  12. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  13. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  14. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  15. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  16. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  17. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  18. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  19. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  20. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  21. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  22. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  23. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
  24. εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
  25. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
    2. ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
  26. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
  27. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
  28. ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
  29. ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
  30. τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
  31. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
  32. γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
  33. θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
  34. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
  35. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
  36. ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
  37. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
  38. καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
  39. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  40. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  41. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  42. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  43. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  44. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  45. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  46. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  47. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  48. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  49. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  50. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  51. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  52. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  53. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  54. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  55. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  56. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  57. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  58. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  59. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  60. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  61. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  62. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  63. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  64. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  65. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  66. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  67. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  68. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  69. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  70. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  71. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  72. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  73. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  74. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  75. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
  76. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
  77. αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  78. ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
  79. οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
  80. ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
  81. ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
  82. Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
  83. ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
  84. ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
  85. μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
  86. χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
  87. ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
  88. χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
  89. κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
  90. τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
  91. ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
  92. ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
  93. θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
  94. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
  95. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
  96. τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης
  97. καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
  98. Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
  99. Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
  100. ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
  101. καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
  102. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
  103. εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
  104. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  105. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  106. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  107. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
  108. αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
  109. σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  110. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
  111. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  112. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  113. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  114. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
  115. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
  116. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  117. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  118. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
  119. οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
  120. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
  121. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  122. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  123. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
  124. δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
    2. ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
    3. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
    4. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    5. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
    6. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
    7. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
    8. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
    9. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
    10. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
  125. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
  126. Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
  127. ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
  128. ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
  129. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
  130. ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
  131. ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
  132. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
  133. ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
  134. μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
  135. ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
  136. μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
  137. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
  138. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  139. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  140. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  141. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  142. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  143. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  144. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  145. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
  146. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  147. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  148. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  149. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  150. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  151. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  152. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  153. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
  154. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  155. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  156. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  157. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  158. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  159. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  160. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  161. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  162. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  163. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  164. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  165. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  166. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  167. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  168. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  169. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
  170. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  171. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
  172. ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
  173. αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  174. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  175. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
  176. τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
  177. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
  178. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  179. κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
  180. ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
  181. σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
  182. ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
  183. ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
  184. οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
  185. Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
  186. οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
  187. πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
  188. Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
  189. πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
  190. χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
  191. τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
  192. τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
  193. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
  194. οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
  195. ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
  196. ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
  197. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
  198. τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
  199. γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
  200. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
  201. κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
  202. χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
  203. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
  204. χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
  205. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
  206. ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
  207. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  208. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  209. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  210. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
  211. χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  212. οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
  213. ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
  214. ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
  215. τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ
  216. ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
  217. τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
  218. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
  219. ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
  220. ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
  221. χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
  222. ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
  223. ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
  224. γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
  225. μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
  226. ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
  227. ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
  228. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
  229. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
  230. Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
  231. Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
  232. οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
  233. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
  234. ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
  235. τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
  236. νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
  237. ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
  238. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
  239. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  240. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  241. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  242. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  243. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  244. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  245. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  246. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  247. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  248. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  249. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  250. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  251. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  252. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  253. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  254. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  255. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  256. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  257. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  258. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  259. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  260. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  261. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  262. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  263. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  264. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  265. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  266. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  267. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  268. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  269. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  270. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  271. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  272. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  273. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
  274. ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
  275. εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
  276. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
  277. ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
  278. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  279. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  280. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  281. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
  282. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
  283. ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
  284. αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
  285. Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
  286. αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
  287. δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
  288. Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
  289. γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
  290. δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
  291. αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,
  292. ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
  293. Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
  294. οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
  295. καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
  296. ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
  297. γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
  298. θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
  299. πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
  300. φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
  301. παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
  302. φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
  303. ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
  304. ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
  305. ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
  306. ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
  307. καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
  308. καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
  309. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  310. σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
  311. σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
  312. πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
  313. ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
  314. ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
  315. καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
  316. βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
  317. πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
  318. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
  319. θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
  320. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
  321. τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
  322. Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
  323. ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
  324. Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,