Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  2. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  3. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  4. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  5. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  6. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  7. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  8. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  9. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  10. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  11. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
  12. ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
  13. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
  14. ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
  15. ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
  16. κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
  17. θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
  18. Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
  19. ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
  20. τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
  21. γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
  22. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
  23. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  24. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  25. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  26. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  27. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  28. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  29. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  30. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
  31. καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
  32. δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
  33. οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
  34. Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
  35. χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
  36. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
  37. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  38. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  39. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  40. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  41. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  42. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  43. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
  44. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  45. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  46. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  47. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  48. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  49. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  50. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  51. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
  52. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  53. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
  54. οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
  55. λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
  56. αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
  57. Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
  58. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  59. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
  60. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  61. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  62. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  63. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  64. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
  65. Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
  66. καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
  67. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  68. Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
  69. Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
  70. Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
  71. Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
  72. πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
  73. ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
  74. Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
  75. Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
  76. Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
  77. Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
  78. Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
  79. καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
  80. Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
  81. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  82. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  83. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  84. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  85. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  86. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  87. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  88. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
  89. Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
  90. ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
  91. ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
  92. Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
  93. Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
  94. ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
  95. Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
  96. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
  97. αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
  98. ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
  99. τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
  100. ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
  101. τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς
  102. γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
  103. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
  104. ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει
  105. βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
  106. Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα
  107. μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
  108. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
  109. βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
  110. ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
  111. Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
  112. Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
  113. σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
  114. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  115. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  116. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
  117. ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
  118. ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
  119. αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
  120. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
  121. τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
  122. ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
  123. ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
  124. ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
  125. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
  126. δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·
  127. ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
  128. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
  129. δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
  130. Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
  131. πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
  132. τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
  133. Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
  134. ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
  135. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
  136. Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
  137. Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
  138. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
  139. δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
  140. τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
  141. ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
  142. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  143. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
  144. τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
  145. ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
  146. Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
  147. τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
  148. γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
  149. ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
  150. κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·
  151. ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
  152. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
  153. γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
  154. πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
  155. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
  156. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
  157. Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
  158. Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
  159. Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
  160. Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
  161. Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
  162. Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
  163. Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
  164. Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
  165. τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
  166. ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
  167. καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
  168. Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε
  169. Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
  170. Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
  171. Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
  172. Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη
  173. Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
  174. Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
  175. Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
  176. Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
  177. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  178. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  179. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  180. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  181. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  182. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  183. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  184. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  185. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  186. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  187. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  188. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  189. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  190. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  191. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  192. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  193. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  194. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  195. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  196. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  197. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  198. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  199. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  200. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  201. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
  202. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
  203. Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
  204. καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
  205. τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
  206. οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
  207. ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
  208. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
  209. ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
  210. ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
  211. εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
  212. μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
  213. ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν
  214. τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,
  215. τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
  216. ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
  217. σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
  218. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
  219. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
  220. παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
  221. ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
  222. ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
  223. φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
  224. κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
  225. Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
  226. ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
  227. μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
  228. γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
  229. ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
  230. ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
  231. Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
  232. μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
  233. ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
  234. ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
  235. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
  236. ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
  237. κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
  238. ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
  239. καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
  240. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  241. καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
  242. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
  243. ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
  244. ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
  245. καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
  246. οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
  247. ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
  248. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
  249. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  250. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  251. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  252. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  253. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
  254. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  255. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  256. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  257. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  258. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  259. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  260. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  261. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  262. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  263. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  264. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  265. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  266. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  267. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  268. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  269. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
  270. ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
  271. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
  272. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
  273. Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
  274. ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
  275. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  276. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  277. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  278. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  279. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  280. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  281. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  282. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  283. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  284. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  285. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  286. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  287. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  288. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  289. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  290. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  291. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  292. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  293. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  294. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  295. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  296. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  297. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  298. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  299. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  300. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  301. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  302. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  303. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  304. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  305. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  306. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  307. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  308. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  309. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  310. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  311. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  312. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  313. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  314. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  315. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  316. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  317. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  318. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  319. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  320. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  321. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  322. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  323. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  324. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  325. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  326. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  327. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  328. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  329. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  330. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  331. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  332. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  333. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  334. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  335. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  336. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης