Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
- κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
- ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
- σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
- ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
- ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
- οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
- Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
- οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
- πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
- Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
- πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
- χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
- τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
- τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
- ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
- ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
- τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
- τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
- γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
- ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
- κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
- χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
- τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
- χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
- ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
- ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
- ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
- πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
- ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
- ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
- χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
- οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
- ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
- ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
- τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ
- ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
- τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
- ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
- ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
- ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
- χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
- ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
- ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
- γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
- μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
- ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
- ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
- Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
- ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
- Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
- Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
- οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
- τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
- ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
- τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
- νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
- ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
- ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
- ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
- ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
- νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
- σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
- ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
- ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
- ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
- ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
- δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
- πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
- μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
- κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
- παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
- ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
- καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
- Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
- τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
- ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
- ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
- ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
- Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
- ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
- δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
- ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
- ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
- ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
- κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
- οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
- βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
- στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
- αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
- ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
- εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
- οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
- ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
- εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
- τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
- ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
- ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
- πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
- ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
- ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
- ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
- ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
- αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
- Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
- αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
- δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
- Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
- γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
- δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
- αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,
- ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
- Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
- οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
- καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
- ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
- γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
- θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
- πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
- φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
- παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
- φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
- ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
- ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
- ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
- ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
- καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
- καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
- σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
- σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
- πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
- ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
- ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
- καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
- βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
- πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
- ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
- θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
- ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
- τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
- Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
- ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
- Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
- βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
- πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
- ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
- αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
- ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
- φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
- οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
- πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
- ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
- τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
- θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
- οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
- τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
- ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
- ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
- ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
- νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
- οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
- οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
- αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
- πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
- ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
- ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
- ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
- αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
- ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
- πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
- αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
- Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
- δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
- Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
- ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
- Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
- πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
- τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
- αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
- Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
- τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
- ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
- ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
- πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
- ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
- αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
- ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
- ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
- ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
- δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
- Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
- αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
- Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
- Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι
- θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
- τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
- Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
- Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·
- τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
- λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.
- αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
- ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
- ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.
- μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
- ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
- ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
- Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
- ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
- γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
- λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
- ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
- μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
- αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
- δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
- πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
- Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
- γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
- ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
- Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
- ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
- Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
- ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
- αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
- κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ, ---
- ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
- συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
- δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
- τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
- κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
- κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
- πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
- Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
- ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
- πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
- ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
- ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
- αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
- σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
- Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
- Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
- πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
- ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
- ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
- δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
- ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
- Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
- Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
- κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
- Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
- μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
- ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.
- Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
- μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
- ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
- ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
- χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
- κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
- τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
- ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
- ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
- παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
- αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
- ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
- ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
- ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
- Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
- Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
- κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
- γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
- ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
- γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
- ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες,
- νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
- νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
- Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
- ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
- ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
- Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
- Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
- νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
- ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
- πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
- τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
- Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
- Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
- Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
- γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
- κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
- μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
- Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
- Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
- βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
- Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
- Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
- αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
- ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
- τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης
- παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
- ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
- νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
- κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
- Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
- ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
- τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
- ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
- τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
- ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
- Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
- καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
- Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
- Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
- αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
- ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
- Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
- Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
- γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
- Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια
- Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι
- Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
- Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,
- γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
- Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
- Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.
- οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
- πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
- Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
- γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι.
- αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι
- ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
- νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
- Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.