Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  2. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
  3. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  4. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  5. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  6. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  7. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  8. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
  9. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  10. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
  11. οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
  12. λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
  13. αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
  14. Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
  15. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  16. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων