Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  2. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  3. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
  4. καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
  5. δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
  6. οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
  7. Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
  8. χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
  9. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
  10. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  11. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  12. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  13. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  14. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  15. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  16. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα