Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  2. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  3. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  4. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  5. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
  6. Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
  7. καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
  8. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  9. Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
  10. Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
  11. Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
  12. Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
  13. πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
  14. ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
  15. Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
  16. Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια