Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
  2. δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι
  3. ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
  4. πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
  5. Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
  6. Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
  7. στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
  8. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
  9. τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
  10. εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
    1. παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
    2. πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
    3. ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
    4. ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
    5. φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
    6. ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
    7. μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
    8. ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
    9. ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
  11. ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
  12. εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
  13. ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
  14. ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
  15. ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
  16. πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
  17. σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
  18. μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
  19. ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
  20. ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
  21. ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
  22. πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
  23. γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
  24. τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
  25. Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
  26. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
  27. κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
  28. ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
  29. ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
  30. ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
  31. ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
  32. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
  33. ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
  34. ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
  35. κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
  36. θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
  37. Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
  38. ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
  39. τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
  40. γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
  41. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
  42. μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
  43. παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
  44. τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
  45. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
  46. παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
  47. φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
  48. ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
  49. νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
  50. καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
  51. δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
  52. οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
  53. Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
  54. χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
  55. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
  56. Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
  57. γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
  58. αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
  59. οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
  60. πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
  61. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
  62. Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
  63. Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
  64. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα