Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
- γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
- τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
- τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
- πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
- ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
- αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
- τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
- βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
- ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
- ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
- αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
- τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
- ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
- ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
- ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
- φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
- εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
- ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
- Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
- ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
- αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
- μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
- χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.
- κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
- οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
- Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.
- εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
- καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
- ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
- οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
- ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
- ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
- ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι
- ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.
- ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα
- Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
- ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
- Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
- ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
- λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων
- δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
- ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
- Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
- οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
- Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
- Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,
- ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
- γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
- Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.
- ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
- Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
- Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,
- Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε
- Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
- Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.
- τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
- δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.
- γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
- Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
- οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.
- οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
- μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
- Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων
- κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
- ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.
- ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
- τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
- Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.
- τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,
- ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
- ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.