Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
  2. Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
  3. Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
  4. Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
  5. Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
  6. πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
  7. Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
  8. πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
  9. οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
  10. λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
  11. αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
  12. Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
  13. Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
  14. Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
  15. πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
  16. κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
  17. Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
  18. Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
  19. Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
  20. Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
  21. καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
  22. Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
  23. Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
  24. Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
  25. Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
  26. Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
  27. πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
  28. ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
  29. Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
  30. Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
  31. Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
  32. Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
  33. Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
  34. καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
  35. Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
  36. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  37. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  38. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  39. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  40. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  41. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  42. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  43. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
  44. Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
  45. ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
  46. ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
  47. Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
  48. Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
  49. ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
  50. Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
  51. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
  52. αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
  53. ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
  54. τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
  55. ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
  56. τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς
  57. γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
  58. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
  59. ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει
  60. βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
  61. Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα
  62. μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
  63. τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
  64. βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
  65. ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
  66. Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
  67. Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
  68. σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
  69. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
  70. θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
  71. σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
  72. ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
  73. ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε