Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
  2. ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
  3. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
  4. Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
    1. ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
    2. ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
    3. ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.