Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
Γραῦς
  1. ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
  2. τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
  3. ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
  4. καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
  5. ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι
  6. εἰς ἑσπέραν ἥξοιμι—
Χρεμύλος
  1. τί σʼ ἔδρασʼ; εἰπέ μοι.
Γραῦς
  1. ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
  2. ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,
  3. καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
  4. πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Χρεμύλος
  1. δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
  2. ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·
  3. πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.
Γραῦς
  1. καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ
  2. ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.