Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
- πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
- καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
- ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
- ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
- τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;
- οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
- ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
- εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
- καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
- ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·
- πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
- οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
- εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
- καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
- αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
- ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.