Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐπʼ ἐκφοράν;
Γραῦς
  1. μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
  2. ἐρῶν ἀκοῦσαι.
Χρεμύλος
  1. τοῦ λαβεῖν μὲν οὖν χάριν.
Γραῦς
  1. καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,
  2. νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
Χρεμύλος
  1. ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
Γραῦς
  1. μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
  2. ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
  3. ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.
  4. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
Χρεμύλος
  1. μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
Γραῦς
  1. καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
Χρεμύλος
  1. ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραῦς
  1. ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.
Χρεμύλος
  1. εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραῦς
  1. τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.