Wealth
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.
- ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
- μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
- οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
- ἐμέλλετόν μοι;
- καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
- καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
- ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
- μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
- ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
- τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
- ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
- ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
- μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
- οἰμώξει μακρά.
- σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
- γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.