Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
  2. ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
  3. βλέψαι ποιήσας.
Πλοῦτος
  1. μηδαμῶς τοῦτʼ ἐργάσῃ.
  2. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμύλος
  1. τί φῄς;
Καρίων
  1. ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
  1. ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†
  2. πύθοιτʼ ἂν ἐπιτρίψειε.
Χρεμύλος
  1. νῦν δʼ οὐ τοῦτο δρᾷ,
  2. ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
  1. οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
  1. ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;
  2. οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
  3. καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
  4. ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
  1. ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.