Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλοῦτος
  1. ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
  2. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
  3. ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
  4. μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,
  5. ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
  6. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμύλος
  1. καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
  2. καὶ τοὺς δικαίους.
Πλοῦτος
  1. ὁμολογῶ σοι.
Χρεμύλος
  1. φέρε τί οὖν;
  2. εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
  3. φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
Πλοῦτος
  1. φήμʼ ἐγώ.
Χρεμύλος
  1. ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
Πλοῦτος
  1. πάνυ μὲν οὖν·
  2. πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.